Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 16.23 | Dem. 16.27 (English) | >>Dem. 16.29 |
16.25ἵνα τοίνυν μὴ τοῦτʼ ἐμποδὼν γένηται τῷ Θηβαίους γενέσθαι μικρούς , τὰς μὲν Θεσπιὰς καὶ τὸν Ὀρχομενὸν καὶ τὰς Πλαταιὰς κατοικίζεσθαι φῶμεν δεῖν καὶ συμπράττωμεν αὐτοῖς καὶ τοὺς ἄλλους ἀξιῶμεν (ταῦτα γὰρ καὶ καλὰ καὶ δίκαια , μὴ περιορᾶν πόλεις ἀρχαίας ἐξανεστώσας ), τὴν δὲ Μεγάλην πόλιν καὶ τὴν Μεσσήνην μὴ προώμεθα τοῖς ἀδικοῦσι , μηδʼ ἐπὶ τῇ προφάσει τῇ Πλαταιῶν καὶ Θεσπιῶν τὰς οὔσας καὶ κατοικουμένας πόλεις ἀναιρεθείσας περιίδωμεν .
16.26κἂν ᾖ ταῦτα πρόδηλα , οὐδεὶς ὅστις οὐ βουλήσεται παύσασθαι Θηβαίους ἔχοντας τὴν ἀλλοτρίαν · εἰ δὲ μή , πρῶτον μὲν ἐναντίους ἕξομεν πρὸς ἐκεῖνα τούτους εἰκότως , ὅταν ἡγῶνται τὴν ἐκείνων κατοίκισιν αὑτοῖς ὄλεθρον φέρειν , εἶτʼ ἀνήνυτα πράγμαθʼ ἕξομεν αὐτοί · τί γὰρ ὡς ἀληθῶς ἔσται πέρας , ὅταν ἀεὶ τὰς μὲν οὔσας πόλεις ἐῶμεν ἀναιρεῖν , τὰς δʼ ἀνῃρημένας ἀξιῶμεν οἰκίζειν ;
λέγουσι τοίνυν οἱ μάλιστα δοκοῦντες δίκαια λέγειν ὡς δεῖ τὰς στήλας καθελεῖν αὐτοὺς τὰς πρὸς Θηβαίους , εἴπερ ἡμέτεροι βεβαίως ἔσονται σύμμαχοι . οἱ δέ φασι μὲν αὑτοῖς οὐκ εἶναι στήλας , ἀλλὰ τὸ συμφέρον εἶναι τὸ ποιοῦν τὴν φιλίαν , τοὺς δὲ βοηθοῦντας ἑαυτοῖς , τούτους νομίζειν εἶναι συμμάχους . ἐγὼ δʼ , εἰ τὰ μάλιστʼ εἰσὶ τοιοῦτοι , ὡδί πως ἔχω . φημὶ δεῖν ἅμα τούτους ἀξιοῦν καθαιρεῖν τὰς στήλας καὶ Λακεδαιμονίους ἄγειν εἰρήνην , ἐὰν δὲ μὴ ʼθέλωσι ποιεῖν ὁπότεροι ταῦτα , τότʼ ἤδη μετὰ τῶν ἐθελόντων ἡμᾶς γίγνεσθαι .
16.27
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 16.23 | Dem. 16.27 (English) | >>Dem. 16.29 |